Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.148.7 | Hdt. 2.149.4 (English) | >>Hdt. 2.151.1 |
2.149.2 ὅτι δὲ χειροποίητος ἐστὶ καὶ ὀρυκτή , αὐτὴ δηλοῖ · ἐν γὰρ μέσῃ τῇ λίμνῃ μάλιστά κῃ ἑστᾶσι δύο πυραμίδες , τοῦ ὕδατος ὑπερέχουσαι πεντήκοντα ὀργυιὰς ἑκατέρη , καὶ τὸ κατʼ ὕδατος οἰκοδόμηται ἕτερον τοσοῦτον , καὶ ἐπʼ ἀμφοτέρῃσι ἔπεστι κολοσσὸς λίθινος κατήμενος ἐν θρόνῳ .
2.149.3 οὕτω αἱ μὲν πυραμίδες εἰσὶ ἑκατὸν ὀργυιέων , αἱ δʼ ἑκατὸν ὀργυιαὶ δίκαιαι εἰσὶ στάδιον ἑξάπλεθρον , ἑξαπέδου τε τῆς ὀργυιῆς μετρεομένης καὶ τετραπήχεος , τῶν ποδῶν μὲν τετραπαλαίστων ἐόντων , τοῦ δὲ πήχεος ἑξαπαλαίστου .
2.149.4 τὸ δὲ ὕδωρ τὸ ἐν τῇ λίμνῃ αὐθιγενὲς μὲν οὐκ ἔστι ( ἄνυδρος γὰρ δὴ δεινῶς ἐστι ἡ ταύτῃ ), ἐκ τοῦ Νείλου δὲ κατὰ διώρυχα ἐσῆκται , καὶ ἓξ μὲν μῆνας ἔσω ῥέει ἐς τὴν λίμνην , ἓξ δὲ μῆνας ἔξω ἐς τὸν Νεῖλον αὖτις ·
2.149.5 καὶ ἐπεὰν μὲν ἐκρέῃ ἔξω , ἡ δὲ τότε τοὺς ἓξ μῆνας ἐς τὸ βασιλήιον καταβάλλει ἐπʼ ἡμέρην ἑκάστην τάλαντον ἀργυρίου ἐκ τῶν ἰχθύων , ἐπεὰν δὲ ἐσίῃ τὸ ὓδωρ ἐς αὐτήν , εἴκοσι μνέας .
ch. 150
2.150.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.148.7 | Hdt. 2.149.4 (English) | >>Hdt. 2.151.1 |